Ancient Greek
SB 24 16015
Documentary Papyri, SB 24 16015
Not analysed yet
……ωνίῳ τῷ καὶ Πωλίωνι κωμογραμματεῖ Ναρμούθεως καὶ Ἀγαθῷ Δαίμονι καὶ Μαρείνωι καὶ μετόχοις λαογράφοις τῆς αὐτῆς κώμης παρὰ Ἀλβα- …οήους τοῦ …εως μητρὸς Ἑριέως ἀπὸ μώμης Ναρμούθεως. ὑπάρχει τῇ θυγατρί μου ἐν τῇ κώμῃ οἰκία, ἐν ᾗ κατοικῶ καὶ ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος ι ἔτους Σεουήρου καὶ Ἀντωνίνου καὶ κατʼ οἰκίαν ἀπογραφὴν καί εἰμι Ἀλβα… ὁ προγεγραμμένος γέρδιος ἐτῶν ν ἄσημοσκαὶ τὴν θυγατέρα μου Τεϊεῦν ἐτῶν κζ ἄσημον. ἐδηλώθησαν δὲ …ἐν …τόπῳ οἰκία καὶ ἐν ἄλλῳ τόπῳ μητρικὴ οἰκία, ἅπαντα εἰς ἃ οὐδʼ ἀπογράφεται. ἔτους ια Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Μεσορὴ ἐπαγομένων ε.