Ancient Greek
SB 24 16054
Documentary Papyri, SB 24 16054
Not analysed yet
βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῶν Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους λϛ ἐφʼ ἱερέως Διονυσίου τοῦ Ξανθίππου Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεῶν Φιλομητόρων ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Βερενίκης τῆς Ἐρταίου κανηφόρου Ἀρσινόης Φιλαδέλφου Κλεοπάτρας τῆς Ἰσοκράτου ἱερείας Ἀρσινόης Φιλοπάτορος Ἀπολλωνίας τῆς Ἰσοκράτου μηνὸς Γορπιαίου ὀγδόηι Φαμενὼθ ὀγδόηι ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ πεπρακέναι Μάρρης …ος γεωργὸς βασιλικὸς Μάρωνι Λυσιμάχου γραμματεῖ …τὴν ὑπάρχουσα αὐτῷ πῶλον ὀνικὴν λευκόχρουν τιμῆς ἀργυρίου δραχμῶν …καὶ συγγεγραμμένης τῆς συγγραφῆς καὶ σφραγιζομένης ταύτης βεβαιούτω τὴν πρᾶσιν …ἀπὸ …ης καὶ παντὸς ὀφειλήματος βασιλικοῦ καὶ ἰδιωτικοῦ …ἐὰν δὲ μὴ βεβαιοῖ καθὰ γέγραπται, ἀποτεισάτω Μαρρῆς ὁ πεπρακὼς Μαρρῆι τὴν τιμὴν μεθʼ ἡμιολίας …καὶ ἱερὰς Πτολεμαίωι καὶ Κλεοπάτραι θεοῖς Φιλομήτορσι ἀργυρίου τοῦ Πτολεμαϊκοῦ νομίσματος δραχμὰς …καὶ μηθὲν ἧσσον ἡ ὁμολογία τῆς πράσεως ἥδε κυρία ἔστω. μάρτυρες· …Διόδωρος Εὐκτήμονος φυλακίτης δεκάρουρος …τερος Λυσιμάχου ὃς καὶ συγγραφοφύλαξ …Πτολεμαίου …Λυσιμάχου