Ancient Greek
SB 24 16159
Documentary Papyri, SB 24 16159
Not analysed yet
ἔτους κβ Μεχεὶρ δ. ἀναγέγραπται διὰ τοῦ ἐν Πτολεμαίδι Εὐεργέτιδι γραφείου μεριτεία μέρους α γέρως ἀπὸ μερῶν ε νεκρῶν ταριχευτῶν τῶν ὄντων περὶ Αὑῆριν καὶ Πτολεμαίδα Ὅρμου τῶν ἔξω τόπων τῆς Ἡρακλείδου μερίδος καὶ 𐅵μέρους οἰκίας καὶ αὐλῆς ἐν τῆι αὐτῆι Αὑήρει, ἣν ποιεῖται Ἁρμάις Ψύλλωι. ἐπικελεύουσι οἱ γ· ἄλλοι Ἁρμάις καὶ Πετεσοῦχος. διὰ γραμματέως Μαρρήους τοῦ …χοη. ἔτους κβ Μεχεὶρ δ. ἀναγέγραπται ἐν τῇ βιβλιοθήκηι. μεριτείας ε μέρους τοῦ 𐅵ι νεκριῶν ταριχευτῶν τῶν …ν καὶ 𐅵μέρους οἰκίας καὶ αὐλῆς ἐν Αὑήρει, ἣν ποιεῖται Ἁρμάις ὁ προγεγραμμένος Ψύλλωι μητρὸς Τερπῶτος ὁ υἱὸς ἐπικελεύει ὁ πρεσβύτερος Ἁρμάις Ἁρμάιος μητρὸς Ταμαρρείους.