Ancient Greek
SB 24 16166
Documentary Papyri, SB 24 16166
Not analysed yet
Ἡφαιστίων Ἰμούθηι χαίρειν· ἀπῆλθον ἀπὸ σοῦ τῆι κγ τοῦ Τῦβι ὡς ἀνακοινωσόμενος τῆι παρʼ ἐμοῦ γυναικὶ περὶ τῶν Α δραχμῶν ὧν ἐληλύθην πρὸς σέ. σὺ οὖν ἀπέφαινες λέγων· τὸ μὲν ἥμισυ οἶνον τὸ δὲ ἄλλο ἥμισυ χαλκὸν ἔντοκον. ἐμοῦ δὲ ἀνακοινωσαμένου οὐκ ἔδοξεν τῆι ἀνθρώπωι. καθότι δʼ ἐμοὶ ἐτάξω διότι· λαβὲ δύο μνᾶς ἀτοκεί, εὐχαριστῶ. καλῶς οὖν ποιήσεις, ἐάν σοι φαίνηται, δούς μοι τρεῖς μνᾶς ὧν τὸν τόκον οἴσω ἐξ ἐμοῦ κ δραχμάς. κομισάτω δὲ Ὧρος ὁ παραδιδούς. ὧν ἂν δὲ χρείαν ἔχηις γράψον εσου… προθυμ… μισυ μοι …τῶι χρ…