Ancient Greek
SB 24 16171
Documentary Papyri, SB 24 16171
Not analysed yet
ἀπέδοτο Βαρβεσυμης Βαρσημαιου Ἀντωνιανῆς ψν Νισραιαβου Ουορωδου Βηφουραιων ὑπόπυρρον κατηρτυκυῖαν μηρῷ δεξιῷ. ἐπὶ ὑπάτων τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου Κυίντου Τραιανοῦ Δεκίου Σεβαστοῦ τὸ β καὶ Οὐεττίου Γράτου πρὸ ἑπτὰ Καλανδῶν Ἰουνίων μηνὸς Δαισίου ἑβδόμῃ τοῦ φξα ἔτους ἐν Αὐρηλίᾳ Κάρραις κολωνίᾳ μητροπόλει Μεσοποταμίας ἐπὶ μαρτύρων. ἀπέδοτο Αὐρήλιος Βαρβεσυμης Βαρσημαιου Καρρηνὸς φυλῆς Ἀντωνιανῆς ἵππον αὐτοῦ θήλειαν, ὑπόπυρρον, κατηρτυκυῖαν, ἔχουσαν σημεῖον καυτῆρος ἐπὶ μηρῷ δεξιῷ· ἐπρίατο Νισραιαβος Ουορωδου ἀπὸ Βηφουραιων τιμῆς δηναρίων ἑπτακοσίων πεντήκοντα · καὶ τὴν τιμὴν κομισάμενος ὁ ἀποδόμενος παρὰ τοῦ πριαμένου παρέδωκεν αὐτῷ τὴν ἱππάδα ὑγιῆ καὶ ἀναδέχεται ἵνʼ ἐάν τις ἀντιποιηθῇ, αὐτὸν στάντα διεκδικήσειν τὴν πρᾶσιν· εἰ δὲ μή, ἐκτίσει τὴν τιμὴν καὶ τὸ βλάβος, πίστεως ἐπηρωτημένης καὶ ὡμολογημένης. …Αὐρήλιος Κωνας ἐγράφη παρʼ ἐμοί. …