Ancient Greek
SB 24 16204
Documentary Papyri, SB 24 16204
Not analysed yet
…Ἑρμάμμωνι …Λογγῖνος …ς προσαγορεύομέν σε ἀπὸ τοῦ Πηλουσίου εὐχόμενοι …ὑγιαίνοντί σοι ἐγχειρισθῆναι ταῦτί μου τὰ γράμματα καὶ ἀξιῶ τῶν ἀμοιβαίων ἡμᾶς τυγχάνειν παρὰ τῆς γλυκύτητός σου διὰ τῶν ἐμπιπτουσῶν προφάσεων. παρακαλῶ …μησαι τῆς πρὸς ἡμᾶς φιλίας. καταξίωσον, εἰ ἠνέχθη τὰ σινδόνια ἓν ζευγάριον, μὴ τῶν μαλλωτῶν ἀλλὰ τῶν ἄλλων, τῶν πλουμαρισίμων τῶν λιτῶν, παρασχεῖν τῷ ἀδελφῷ ἡμῶν Ἀδελφίῳ, λαμβάνων παρʼ αὐτοῦ νομισμάτια. δέδωκα γὰρ αὐτῷ. εἰ δὲ μηδέπω ἦλθαν ἐφʼ ἃ ἀπεστάλκεις, γράψον ἐκεῖ τινι τῶν γνωρίμων ὥστε ζυγὴν μίαν χρησίμων παρασχέσθαι αὐτῷ καὶ εὐπλούμων καὶ ἀξίαν σου τοῦ ἐμοῦ δεσπότου. χαριεῖ γάρ μοι καὶ ἐν τούτῳ τὰ μεγάλα, δέσποτα ἀσύγκριτε. ἀλλʼ οὕτως νυμφεύσῃς τὰ παιδία σου, τῆς ἀξιώσεώς μου μνημόνευσον. τὸν θεόν σου, μέμνησο ἡμῶν ὡς καὶ ἡμεῖς σου, κἂν διὰ τοῦτο, ὅτι τὰ σὰ ἐπείγομεν. προσαγορεύει σε Βόηθος ὁ ἀνούμερος πολλά. ὑγιαίνειν σε πανέστιον τῇ θείᾳ προνοίᾳ πανοικεὶ πολλοῖς χρόνοις εὔχομαι, δέσποτα ἀσύγκριτε. …Ἑρμάμμωνι …Λογγῖνος.