Ancient Greek
SB 24 16207
Documentary Papyri, SB 24 16207
Not analysed yet
Αὐρηλίωι Ἀπολλωνίωι βασιλικῶι γραμματεῖ Λυκοπολίτου παρὰ Αὐρηλίας Διδύμης Σαραπίωνος Παθερμοίτου μετὰ κυρίου τοῦ συγχωρηθέντος ἀυτῇ ὑπὸ τῆς ἡγεμονίας Αὐρηλίου Λυκάονος τοῦ καὶ Σαραπίωνος καὶ ὡς χρηματίζει. ἐπεὶ ἀπεγραψάμην ἐμαυτὴν τῆι πρὸς τὸ ἐνεστὸς θ ἔτος κατʼ οἰκίαν ἀπογραφῆι σὺν τοῖς ἐμοῖς ἐπʼ ἀμφόδου Ἀνουβιείου, κατʼ ἄγνοιαν δὲ οὐκ ἐπέδειξα ἔτη τῶν ἀπογεγραμμένων δουλικῶν σωμάτων Τούρβωνος καὶ Ἀνικήτου νεωτέρου, δηλῶ μὲν τὸν Τούρβωνα εἶναι πρὸς τὸ ἐνεστὸς …ἔτος ἐτῶν ιδ …δὲ τὸν Ἀνίκητον νεώτερον ὁμοίως ἐτῶν ιδ.