Ancient Greek
SB 24 16214
Documentary Papyri, SB 24 16214
Not analysed yet
Σεουῆρος Ἁτρῇ τῷ πατρὶ πολλὰ χαίρειν. πρὸ μὲν πάντων τὸ προσκύνημά σου ποιῶ παρὰ τοῖς ἐνθάδε θεοῖς. Πιηοῦς ὁ ναυτικὸς κέχρηται δώδεκα χρυσᾶ καὶ δέδωκέν μοι, ἐπεί εἰμι τραλλᾶτος εἰς χώρτην. πᾶν οὖν ποίησον περιποιήσασθαι ἐν τάχει αὐτῷ τὰ δώδεκα χρυσᾶ, ἐπεὶ καὶ αὐτὸς εὑρέθη ν… ἐὰν οὖν εὕρω τινὰ ἀφορμήν, ἐξέρχομαι πρὸς ὑμᾶς. πᾶν οὖν ποίησον πέμψαι μοι στιχάριον. ἀσπάζομαι τὴν μητέρα …καὶ τὸν ἀδελφόν μου Παρῖτ. λέγουσιν δέ, ὅτι …τίων τίθεται. ἐὰν οὖν ἡμεῖς μὴ λάθωμεν, ἔρχομαι πρὸς …τίωνα. ἀσπάζομαι πάντας κατʼ ὄνομα. ἔρρῶσθαι ὑμᾶς εὔχομαι. ἀπόδος Ἁτρῇ πατρί.