Ancient Greek
SB 24 16218
Documentary Papyri, SB 24 16218
Not analysed yet
μιμήσηται ἡ ὑμετέρα εὐλάβεια …τὸν περιφρονήσαντα τῶν ἀγαθῶν καὶ τῶν ἀναγκαίων χρειῶν καὶ ἀπελθόντα καὶ ζητήσαντα τὴν σωτηρίαν αὐτοῦ καὶ τί θέλει ὁ δεσπότης ἡμῶν θεὸς ὡς δυνάμενος συγχωρεῖν καὶ χαρίζειν αὐτὸν καὶ ἀποστρέφειν τὴν ὀργὴν ἀπʼ αὐτοῦ καὶ φαιδρῷ προσώπῳ καὶ ὑπτίαις χερσὶν τοῦτον δέχεσθαι. παρακαλέσητε δὲ καὶ ἱκετεύσητε ὑπὲρ αὐτοῦ τὸν κύριον ἡμῶν καὶ τῶν ὅλων δεσπότην Χριστόν, ὅπως ἐφέλξηται καὶ ῥύσηται αὐτὸν ἀπὸ τοῦ ἐχθροῦ καὶ δώῃ αὐτῷ, ὑπὸ τὴν σκέπην τοῦ θεοῦ διελθόντι τὸν βίον αὐτοῦ, μάνδραν καὶ ἄρρητον χαρὰν καὶ εἰρήνην καὶ ἀνάπαυσιν τῆς αὐτοῦ ψυχῆς εἰς πάντας τοὺς αἰῶνας. τοὺς δὲ πόδας ὑμῶν ὡς παρὼν προσκυνῶ διὰ τοῦ μου μετρίου γράμματος παρακαλῶν εὔξασθαι ὑπὲρ τῆς ἐμῆς ταπεινώσεως ἐν ταῖς ὁσίαις ὑμῶν εὐχαῖς. τῷ θεοφιλεστάτῳ καὶ ἁγιωτάτῳ πατρὶ ἀββᾷ …ίῳ πρεσβυτέρῳ καὶ ἡγουμένῳ Ἄπα Κῦρος υἱός.