Ancient Greek
SB 24 16254
Documentary Papyri, SB 24 16254
Not analysed yet
…χοντ πρὸς τ… ἐμοῦ δὲ παρέχοντος …πηγου καὶ λεμβ… στηση α…α… δώδεκα καὶ δ… ἑκάστῳ δὲ τῶν ε… ὀκτὼ καὶ ὑπὲρ …καὶ ἐκτάκτων ναυπηγῶν …α καὶ ἑκάστῳ ναυπηγῶ δώσω κατὰ μῆνα πυροῦ ἀρτάβην μίαν καὶ …ἑκάστῳ κατὰ μηνα χοίνικας …ως ἑκάστῳ κατὰ μῆνα δοθήσεται ἐλαίου χρηστοῦ κοτύλη μία καὶ ξ… χρόνου κεράμιον ἓν καὶ ὁμολογῶ ἐσχηκέναι εἰς ἀρραβῶνος λόγον δραχμὰς …αἵπερ κατὰ μέρος ἐξοδιασθήσονται ὑπὲρ ἡμερησίων μισθῶν. ἀρξόμενος δὲ ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Ἁθὺρ τοῦ ἐνεστῶτος α ἔτους σοι ἐργάσομαι μέχρις οὗ συντελείωσις γένηται καὶ παραδώσω τὸ πλοῖον εὐάρεστον καὶ καλὸν ἄνευ πάσης μέμψεως τέχνης, οὔσης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ τῶν ὑπαρχόντων μοι πάντων. ἡ ἐπιδοχὴ κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου Κουίντου Δεκίου Τραιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθὺρ ιθ. Αὐρήλιος Ἡρᾶς Διογᾶτος ἐπεδεξάμην τὴν κατασκευὴν τοῦ προκειμένου πλοίου καὶ ἔσχηκα εἰς λόγον τοῦ ἀρραβῶνος δραχμὰς …καὶ μισθὸν δώσω καθʼ ἕκαστον μῆνα καὶ παραδώσω τὸ πλοῖον καθὼς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. …