Ancient Greek
16256.r1.32 to 16256.r3.83
Documentary Papyri, SB 24 16256.r1.32-16256.r3.83
Not analysed yet
…ίου διαμ…μτο …αριτοτος… …συγχωροῦσιν ἀμφότεροι οἱ γονεῖς Ἰσίδωρος καὶ Θερμουθάριον διὰ τοῦ κουράτορος μετὰ τὴν ἑαυτῶν τελευτὴν εἶναι τῆς θυγατρὸς Κρονίας ἢ μὴ περιούσης τῶν αὐτῆς τέκνων τὰ ἐκ τῆς προγεγραμμένης δούλης Σαραποῦτος προγεγονότα ἔγγονα δύο Ἰσάριον καὶ Ἐπιτυχίαν σὺν τοῖς ἐξ αὐτῶν ἀπὸ τοῦ νῦν ἐσομένοις ἐγγόνοις καὶ τὰ ἐκ τούτων ἐσόμενα ἔγγονα, τὸ δὲ λοιπὸν εἶναι τῶι ἑτέρωι αὐτῶν υἱῶι Κρονίῳ τῷ καὶ Σαβίνῳ τῶν ὑπὸ αὐτῶν καταλειφθησομένων ὑπαρχόντων δενδρικῶν καὶ κλήρων καὶ οἰκοπέδων, ἀπὸ δὲ τῶν ὑπὸ αὐτῶν καταλειφθησομένων ἐπιπλόων καὶ σκευῶν καὶ ἐνδομενίας εἶναι αὐτῆς Κρονίας, ἔτι δὲ ἀπὸ τοῦ προμεταλλάξαντος αὐτῶν καταλειφθησόμενα γυναικεῖα χαλκᾶ σκεύη καὶ ἱματισμὸν καὶ τὸν ἄλλον γυναικεῖον κόσμον· ἐφʼ ὃν δὲ χρόνον περίεισιν οἱ ὁμολογοῦντες Ἰσίδωρος καὶ Θερμουθάριον ἢ προτερ… ἔχειν τὴν κατὰ τῶν ἑαυτῶν ὀλοσχερῆ ἐξουσίαν μεταδιατίθεσθαι παραχωρεῖν ἑτέροις ἐπιτελεῖν …μεταμερίζειν οἰκονομεῖν ὡς ἐὰν αἱρῶνται ἀνεμποδίστως. ἡ δὲ Θερμουθάριον μετα…εναι… …ουεξομοθου μὴ προσδεομένους τῆς μηδενὸς τῶν τέκνων παρουσίας. τὴν δὲ Θερμουθάριον ἅμα κατὰ τῶν δουλικῶν ἐγγόνων δύο Ἰσαρίου καὶ Ἐπιτυχίας μετὰ πάντων καὶ τῶν ἀπὸ τοῦ νῦν ἐξ αὐτῶν ἐσομένων ἐγγόνων ἔχειν τὴν ἐξουσίαν οἰκονομεῖν ὡς ἐὰν αἱρῆται καθάπερ ἑκόντες συγκεχωρήκασι. ἀντίγραφον χαράγματος. Νεῖλος Φαρίωνος Προπαπποσεβάστειος ὁ καὶ Ἀλθαιεὺς κεχρημάτικα ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Ἐπεὶφ λ. ἀντίγραφον οἰκογενείας. ἔτους η Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δασκικοῦ μηνὸς Καισαρείου ἐπαγομένων …ἐν Πτολεμαίδι Εὐργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ ἐπ’ ἀγορανόμου Νεμεσᾶ τοῦ Ἀκουσιλάου τοῦ καὶ Μύσθου. Θερμουθάριον Ἀπίστου τοῦ καὶ Σαμβᾶ ἐτῶν ν μέση μελίχρως μακροπρόσωπος εὐθύριν οὐλὴ μήλῳ δεξιῷ μετὰ κυρίου τοῦ ἀνδρὸς Ἰσιδώρου τοῦ Κρονίωνος ἐτῶν ξβ μέσου μελιχρόου μακροπροσώπου εὐθύρινος οὐλὴ μετώπωι ἐκ δεξιῶν ἀπεγράψατο αὐτῇ γεγονέναι ἐκ τῶν ὑπαρχόντων αὐτῇ δουλικῶν σωμάτων ,ἐκ μὲν οἰκογενοῦς δούλης Τασουχαρίου ἐτῶν κε μέσης μελιχρόουοὐλὴ μετώπωι ἐξ ἀριστερῶν ἔγγονα Θερμουθάριον ἐτῶν ϛ μέσην μελίχρουν οὐλὴ ὀφρύι δεξιᾷ, Λήδαν ἐτῶν β μελίχρουν οὐλὴ μετώπωι μέσωι, ἐκ δὲ Εὐκαιρίας ἐτῶν κε μέσης μελιχρόου οὐλὴ ὀφρύι ἀριστερᾷ ἔγγονον Ἐπιτυγχάνοντα ἐτῶν …μελίχρουν, ἐκ δὲ ὠνητῆς δούλης Σαραποῦτος ἐτῶν λ μέσης μελιχρόου οὐλὴ χειρὶ δεξιᾷ ἔγγονον Ἰσάριον ἐτῶν β μελίχρουν. Νεμεσᾶς Ἀκουσιλάου τοῦ καὶ Μύσθου κεχρημάτικα ἔτους η Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Καισαρείου ἐπαγομένων πέμπτῃ.