Ancient Greek
SB 24 16261
Documentary Papyri, SB 24 16261
Not analysed yet
Φλάουιος …ὁ λαμπρότατος ἔπαρχος ἀννώνης Ἀλεξανδρείας ἐξάκτορι Ἡρακλεοπολίτου χαίρειν. κατὰ τὴν ἀποσταλεῖσαν παρὰ σοῦ πρὸς τὴν τάξιν ἀναφορὰν γίγνωσκε εἰσκεκομίσθαι τοῖς κατὰ Ἀλεξάνδρειαν θείοις θησαυροῖς ἐκ τοῦ ὑπὸ σὲ νομοῦ διὰ ……ὑπὲρ ιε ἰνδικτίωνος σίτου ἀρτάβας τξε πρὸ …μετὰ τὴν ὑπατείαν Φλαουίων Ἀντιόχου καὶ Βάσσου τῶν λαμπροτάτων καὶ ἀναφέρεσθαι τοῖς λόγοις ἐξ ὑποσημειώσεως Φλαουίου …ὑποδέκτου καὶ Φλαουίου Τουαετου οἰκονόμου διακεντήσεως καὶ ἐξ ἀναφορᾶς ἰδίῳ κινδύνῳ …καὶ …,ἧς τὸ ἀντίτυπον ὑποτέτακται, ἡ ἐμὴ καθοσίωσις μεμάθηκεν, ὅπερ τῆς καταβολῆς ἕνεκεν ἀντιγραφῆναι σοι προσέταξα. Φλαουίῳ …τῷ λαμπροτάτῳ ἐπάρχῳ ἀννώνης Ἀλεξανδρειας. Ἴσθι, κύριε, εἰσκεκομίσθαι τοῖς ὁρρίοις κατὰ τὴν ἀναφορὰν τῶν προκειμένων ……ἐπὶ ὑπογραφῆς τῶν προειρημένων ἀπὸ νομοῦ Ἡρακλεοπολίτου διὰ τοῦ προκειμένου ὑπὲρ ιε ἰνδικτίωνος σίτου ἀρτάβας τξε ὡς πρόκειται· ἵνʼ εἰδέναι ἔχοι σοῦ ἡ ἀρετή, δηλοῦμεν, κύριε. …συμφωνεῖ …βιων ἐν ἀρτάβαις τριακοσίαις ἑξήκοντα πέντε μόναις. ……συμφωνεῖ τὸ προκείμενον μέτρον τοῦ σίτου ἀπὸ νομοῦ Ἡρακλεοπολίτου ἐν ἀρτάβαις …οὕτως καιςμιγι …ὑποδέκτου σίτου ἀρταβ… τξε… …νομισμάτια νϛ ϛ …ιουκαιτου… ὑποδέκτου τριακοσίας ἑξήκοντα πέντε ……σίτου ἐν ἀρτάβαις ……συμφωνεῖ τὸ προκείμενον μέτρον τοῦ σίτου ……ἀπὸ νομοῦ Ἡρακλεοπολίτου ……στ…ταρίοις ἐκδωκα …