Ancient Greek
SB 24 16265
Documentary Papyri, SB 24 16265
Not analysed yet
……ω…δ… …ρκ…ρι…εω…κα…λεγομένων τριακο …εἰς ἃ παρέξομαι κοῦφα κενοκέραμα ἀφʼ οὗ ἔχω περὶ …ἀμπελικοῦ κτήματος παρὰ ληνὸν ἀνυπερθέτως τῷ Μεσορὴ μηνὶ μέτρῳ ᾧ τὸ γένημα ἐξαντλεῖται. εἰ δὲ μή, ἐκτείσω σοι τὴν τότε ἐσομένην τοῦ οἴνου τιμὴν διπλῆν ὡς ἐστάθη γινο,μένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. ἔτους …Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν μεγίστων Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικιννίου Κορνηλίου Σαλωνίνου Οὐαλεριανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν. …Αὐρηλία Ἰσιδώρα χωρὶς κυρίου χρηματίζουσα ἔσχον παρὰ σοῦ ……ὅνπερ οἶνον ἀποδώσω ὡς πρόκειται καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. βουλόμενος δὲ ἀπὸ τοῦ δισσοῦ χειρογράφου μοναχὸν ἐν δημοσίῳ γενέσθαι δίδωμι τῇ πόλει ἕνεκα τοῦ μοναχὸν δημοσιοῦσθαι τὰς ὁρισθείσας δραχμὰς ιβ καὶ τὸ ὑπὲρ τῆς δημοσιώσεως ὡρισμένον καὶ ἀξιῶ ἀναλαβόντας αὐτὸ παρὰ τοῦ διαπεσταλμένου ὑπʼ ἐμοῦ …ὑποχειρογραφουμένην ὑπὸ αὐτοῦ περὶ τοῦ εἶναι τὴν ὑπογραφὴν ἰδιόγραφον τῆς Αὐρηλίας Ἰσιδώρας συγκαταχωρίσαι αὐτὸ τῷδε τῷ ὑπομνήματι, τὸ μὲν αὐθεντικὸν εἰς τὴν Ἁδριανὴν βιβλιοθήκην, τούτου δὲ τὸ ἴσον ὑπόμνημα καὶ εἰς τὴν τοῦ Ναναίου, καὶ συντάξαι γράψαι τῷ τοῦ νομοῦ στρατηγῷ μεταδοῦναι τούτου τοῦ ὑπομνήματος ἀντίγραφον τῇ Αὐρηλίᾳ Ἰσιδώρᾳ ἐὰν περιῇ, εἰ δὲ μή, κληρονόμοις αὐτῆς τελείοις, ἐὰν δὲ ἀφήλικες ὦσι, νομίμοις αὐτῶν ἐπιτρόποις, ὧν τὰ ὀνόματα ἐπὶ τῶν τόπων δηλωθήσεται, ἵνʼ εἰδῇ καὶ ποιήσηταί μοι τὴν ἀπόδοσιν τῶν τοῦ οἴνου κεραμίων τριακο… …ἢ εἰδῇ χρησόμενόν με τοῖς ἑξῆς ἁρμόζουσι περὶ ἐνεχυρασίας, κατὰ μηδὲν ἐλαττουμένου μου ἐν οἷς ἑτέροις ἔχω πρὸς αὐτὴν δικαίοις ὡς καθήκει. ἔτους ϛ Οὐαλεριανῶν καὶ Γαλλιηνοῦ Σεβαστῶν …ἐσημειωσάμην. τούτου ὄντος ἀξιῶ τὴν μετάδοσιν γενέσθαι τῇ Αὐρηλίᾳ Ἰσιδώρᾳ ἐνώπιον ὡς καθήκει, μὴ ἐλαττουμένου τοῦ …ἔτους …Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν μεγίστων Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικιννίου Κορνηλίου Σαλωνίνου Οὐαλεριανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν, Παχὼν η.