Ancient Greek
SB 24 16267
Documentary Papyri, SB 24 16267
Not analysed yet
Εὔμηλος Ἀμμωνίῳ τῷ τιμιωτάτῳ φίλῳ πολλὰ χαίρειν. Προ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Σαβάπιδι. Μετέλαβον παρὰ Κατοίτου ὅτι λέγεις ὅτι παροχλεῖ με ο῾ χειριστὴς περὶ τοῦ τόπου Ἀπασαν πάνυ λόγον οὐ χωρήσας παρούσης τῆς μητρὸς Διοσκόρου μετὰ αὐτοῦ. Λόγον αὐτοῦ μὴ ἔχε. Εἴ τι ἐπράξ…αμεν νομίμως ἐπράξαμεν. Ἔγραψα καὶ αὐτῷ καὶ ἐπιμελοῦ τῆς οἰκίας. Ὑγίαινε τῷ …μοι σεαυτῷ ἐπιμελῇ. Ἀσπάζομαι τοὺς σοὺς πάντας κατʼ ὄνομα. Ἀσπάζεται ὑμᾶς Διόσκορος καὶ Σαραπιὰς καὶ ἡ μήτηρ αὐτῶν. Ἔρρωσό μοι. Ἀσπαζόμεθα Κᾶνιν καὶ τὴν σύμβιον αὐτοῦ καὶ τὰ τέκνα αὐτῶν. Ἀπόδος Ἀμμωνίῳ φίλῳ …