Ancient Greek
SB 24 16275
Documentary Papyri, SB 24 16275
Not analysed yet
Παρὰ Ἀμμωνίου πρεσβυτέρου ἐποικίου Πτὲλ Ὡρίωνι καὶ Ἀπφοῦτι υἱοῖς χαίρειν. Σημείου χάριν ὧν ἔσχον παρʼ ἡμῶν ἀπὸ τιμῆς σιππίων· τὸ πρῶτον ἔσχον παρʼ ὑμῶν ἀργυρίου τάλαντα Αϡ, τὸ δεύτερον ἀργυρίου τάλαντα τάλαντα Α, τὸ τρίτον παρὰ Ὡρίωνος μόνου ἀργυρίου τάλαντα ρ μόνα, καὶ τῇ γυναικί μου Θερμοῦθι τάλαντα χ. Νῦν οὖν ἄρτι δὸς τῷ ἀδελφῷ μου Σαραποδώρῳ τὰ λοιπασθέντα παρʼ ὑμῶν ἀργυρίου τάλαντα τάλαντα χλ. Φαῶφι ιδ. Ἐρρῶσθαι εὔχομαι ὑμᾶς πολλοῖς χρόνοις.