Ancient Greek
SB 24 16282
Documentary Papyri, SB 24 16282
Not analysed yet
Τῷ δεσπότῃ μου καὶ πάτρωνι Ἑρμίνῳ πρωτεύοντι Ἀπόλλων νεολέκτης. Ὃν μὲν παρὼν δέδωκας ἐμοί τε καὶ τῷ ἀδελφῷ μου ὁλοκόττινον ἕνα διεμερισάμεθα εις ἑαυτούς. Ἀφʼ οἵας γὰρ ἡμέρας ἀνήλθομεν ἀπὸ τῆς δοκιμασίας Ἀννιανοῦ μέχρις δεῦρο τῇ λιμῷ διεφθάρημεν. Τὸ γὰρ μέρος μου ἀνήλωσα εἰς τὸν ἰατρόν, ἕως ἄν θεραπεύσῃ με ἐν τῇ νόσῳ, καὶ εὐχαριστῶ τῇ θείᾳ προνοίᾳ καί σοι τῷ ἐμῷ πάτρωνι ὡς οἱ ἀπὸ τῆς κώμης ἔγραψάν μοι ὡς δεδωκότες σοι τὸ χρῆμά μου τῆς στρατείας. Ἃ μόνα γὰρ νομισμάτια τέσσαρα ἐδεξάμην ἐν τῇ κώμῃ εἰς τοῦτο ἄχρι καὶ τούτου ὁμοῦ ἐπʼ ἐνεχύρῳ εἴασα διὰ τὰς χρείας μου. Τὰ νῦν ἀπέστειλα τὴν μητέρα μου καὶ τὴν σύμβιόν μου ὅπως ποιήσῃς παραδοθῆναι αὐταῖς τὸ χρῆμά μου. Ἐὰν οὖν σὺ μὴ παράσχῃς αὐταῖς, ἀνάγκη μοι γίνεται …αι ὑπὲρ τῶν ἀπὸ Σκινεπώεως …μὲν διὰ τὸν ὅρκον οὐκ ἀλλάσσω ἐμαυτὸν… Ἀμμωνίωνι ἐν τῇ κώμῃ. …Ἐρρῶσθαί σε εὔχομαι …πολλοῖς χρόνοις.