Ancient Greek
SB 24 16289
Documentary Papyri, SB 24 16289
Not analysed yet
Σαβουρίων Μουσαίωι τῶι …φιλτάτωι χαίρειν. ὡς διὰ τῆς προτέρας ἐπιστολῆς ἐδήλωσα ἡμῖν, ἐνίκησεν Πετ…χ… ἐπʼ ἴσης ἡμῖν. Χάριν ἀνθομολογοῦμαι δέ σου τῆι σπουδῆι. ἔσχον γὰρ σοῦ τὴν ἐπιστολὴν διʼ ἧς ἐδήλωσας τετελεκέναι πάντα ὅσα σοὶ ἐνετειλάμην. παρακαλῶ σε τὴν λοιπὴν πλίνθον εἰς πλήρωσιν τῶν μυριάδων δ εἰσενέγκαι καὶ τὰς Ε τῆς ἀμμίτιδος ἵνα ἀρξάμενοι τοῦ οἰκοδομεῖν ἐν μηδενὶ κολαζώμεθα. οἶδας γὰρ ὅτι ἄν ἀπὸ τῶν πλινθουργεῖων ἡ πλίνθος ἀρθῇ οὐκέτι τοσαύτης τιμῆς ληψόμεθα. εἰς οἶκον συνεχέστερον παράβαλλε καὶ ἐντέλλου τῶι Ἀπελλεῖ ἀσφαλῶς φυλάσσειν τὴν οἰκίαν. ἔγραψα Ἁναξαγόραι ἀκαθυστέρητόν σε ποιῆσαι. ἐρρῶσθαί σε εὔχομαι Μουσαίωι φίλωι Σαβουρίωνος.