Ancient Greek
SB 24 16312
Documentary Papyri, SB 24 16312
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους κγ, τοῖς τὸ η μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλίου τοῦ λαμπροτάτου Φαῶφι ιε ἰνδικτίωνος ιγ. Φλαυίοις Θεοδώρῳ τῷ ἐνδοξοτάτῳ κόμετι τῶν καθωσιωμένων δομεστικῶν ἀπὸ δουκῶν καὶ αὐγουσταλίων τῆς μεγαλοπόλεως Ἀλεξανδρείας καὶ Θεοδοσίῳ τῷ ἐνδοξοτάτῳ ἰλλουστρίῳ αὐτοῦ ἀδελφῷ κουράτορσιν τοῦ οἴκου τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος διακειμένου καὶ κατὰ ταύτην τὴν Ὀξυρυγχιτῶν πόλιν καὶ τὴν ταύτης ἐνορίαν, διὰ Ἀπφουᾶ οἰκέτου καὶ μειζοτέρου τοῦ αὐτοῦ θειοτάτου οἴκου, Αὐρήλιος Ὧρος υἱὸς Ἀπολλῶτος μητρὸς …ίας ἀπὸ ἐποικίου Βελεσίου τοῦ Ὀξυρυγχίτου νομοῦ χαίρειν. χρείας καὶ νῦν γεναμένης εἰς τὴν ὑπʼ ἐμὲ δεσποτικὴν μηχανὴν καλουμένην τοῦ Λάκκου ἀντλοῦσαν εἰς ἄμπελον καὶ εἰς ἀρόσιμον γῆν σκυτάλων πεντήκοντα …Χειρογραφία Ὥρου υἱοῦ Ἀπολλλῶτος …