Ancient Greek
SB 24 16315
Documentary Papyri, SB 24 16315
Not analysed yet
ἔτους ιζ, Ἀθὺρ ε. ἀπέδοτο Σισοῦχος Φίβιος τὴν ὑπάρχουσαν αὐτῶι γῆν ἤπειρον ἐν τῆι ταινίᾳ Παθύρεως …η ἐπρίατο …ουτος …βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων, ἔτους ιζ, ἐφʼ ἱερέων καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Ἁθὺρ ε, ἐν Παθύρει, ἐπʼ Ἀμμωνίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Σισοῦχος Φίβιος Πέρσης τῶν ἐκ Παθύρεως τεκτόνων ὡς ἔτων …μέσος, μελίχρως, τετανός, μακροπρόσωπος, εὐθύριν τὴν ὑπάρχουσαν αὐτῶι γῆν ἤπειρον σιτοφόρον ἐν τῆι ταινίαι Παθύρεως, ὡσει ἀρουρῶν η ἢ ὅσον ἂν ᾖ, γείτονες νότου ……ποταμός, λιβὸς ……ρς…