Ancient Greek
SB 24 16333
Documentary Papyri, SB 24 16333
Not analysed yet
…ίλῳ ὀφφικιαλίῳ καὶ …ενηλ… …ερ… ἐν λεγεῶνι γ …ρ…μμένοις ἐν Θήβαις τῶν …Βιταλιανὸν ἔπαρχον κελευσθεῖσιν τὴν ἀναζήτησιν ποιήσασθαι τῶν ἀνακεχωρηκότων στρατιωτῶν τῆς αὐτῆς λεγεῶνος χαίρειν. ἐκομισάμην διʼ ὑμῶν ἐπίσταλμα Ἀντωνίου ἐξάκτορος περὶ τῆς ἀναζητήσεως τῶν φυγῇ χρησαμένων στρατιωτῶν ἀπὸ λεγεῶνος τῆς αὐτῆς, λέγω δὴ περὶ Θεοδώρου Α…νίου Ε…ους καὶ τῶν λοιπῶν δύο τῶν ἐγκειμένων ἐν τῷ ἐπι στάλματι, ἐφʼ ᾧτε …ἤδη τὴν παράστασιν ποιήσασθαι τῶν κωμαρχῶν τῶν περὶ αὐτοῦ τῇ στρατηγικῇ τάξει ἀπολογησομένων περὶ τούτου. ὑπατείας Σεπτιμίου Ἀκινδύνου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Ποπλωνίου Προκόλου τοῦ λαμπροτάτου, Μεσορὴ κγ.