Ancient Greek
SB 24 16336
Documentary Papyri, SB 24 16336
Not analysed yet
Κυρίῳ μου πατρὶ Ἀλεξάνδρῳ Δίδυμος χαίρειν. Τῷ ἀναδιδόντι σοι τοῦτο μου τὸ πιττάκιον, κύριέ μου πάτερ, ποίησον δοθῆναι ἃ ἐλάβαμεν παρὰ Παλλαδίου. Λουκᾶν τὸν δεκαδάρχην ἀπαίτησον τὰ τρία τάλαντα. Προσαγόρευ …ἀπʼ ἐμοῦ πολλὰ τὸν κύριόν μου Ἐλπίδιον μετὰ τῶν ἀδελφῶν αὐτοῦ καὶ τὸν δεσπότην μου υἱὸν Διονύσιον. Ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις καὶ εὐτυχοῦντα διὰ παντός. Κυρίῳ μου πατρὶ Ἀλεξάνδρῳ …