Ancient Greek
SB 26 16350
Documentary Papyri, SB 26 16350
Not analysed yet
ποσάκις ἔγραψα τοῖς πιστικοῖς τοῖς πρωτοκωμήταις Θύνεως μὴ παρελθεῖν διὰ τοῦ πιστικοῦ γραμματέως Φὶβ ἐπειδὴ τοῦ θεοφυλάκτου μου ἀδελφοῦ ἄνθρωπός ἐστι καὶ οὐκ ἠνέσχοντο ἐνδοῦναι ἐξ αὐτοῦ. ἀπόλυσον οὖν τὸν ἄνθρωπον αὐτοῦ εὐθέως καὶ παράγγειλον τοῖς πιστικοῖς πρωτοκωμήταις ἵνα τοῦ λοιποῦ μὴ παρέλθωσιν δι' αὐτοῦ, ἐπεὶ μὰ τὸν θεὸν οὐκ ἀνέχομαι καὶ παρέχω αὐτοῖς ἐπινώτιoν ἵνα …ἀποθάνωσιν, ὡς ἔμαθον γὰρ πολλάκις …καὶ ἐκ τούτου κατατρέχουσιν τῶν τόπων …τῷ τὰ πάντα τιμῆς ἀξίῳ Σενουθίῳ νοταρίῳ Ἀθανάσιος σὺν θεῷ ἰλλούστριος …Θύνεως.