Ancient Greek
SB 26 16362
Documentary Papyri, SB 26 16362
Not analysed yet
……ν πόλεως Αὐρήλιος Ἀναστάσιος νεώτερος υἱὸς Μαρτίνου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ μεμισθῶσθαι παρὰ τῆς ὑμετέρας θαυμασιότητος ἀπὸ τῶν ὑπαρχόντων αὐτῇ ἐπὶ τῆσδε τῆς πόλεως καὶ τοῦ αὐτοῦ ἀμφόδου ἐν οἰκίᾳ ἀνεῳγμένῃ εἰς βορρᾶν ἐν τῷ αἰθρίῳ κέλλαν μίαν ἐξ ὁλοκλήρου ἀνεῳγμένην εἰς λίβα μετὰ τοῦ ἐπάνω αὐτῆς ἀέρος καὶ ἀρτοθεσίου καὶ λοιπῶν χρηστηρίων ἀναλόγως ἐπὶ χρόνον ὅσον βούλεται ἀπὸ νεομηνίας τοῦ ὄντος μηνὸς Φαμενὼθ τῆς παρούσης ἑβδόμης ἰνδικτίωνος καὶ παρέχειν με τὸν μισθωσάμενον ὑπὲρ ἀποτάκτου ἐνοικίου αὐτῆς ἐνιαυσίως …μίσθωσις …ἐπ’ ἀμφόδου Ψανπαλλίου γεναμένη ὑπὸ Αὐρηλίου Ἀναστασίου εἰς τὸν θαυμασιώτατον Ἰωάννην δημόσιον ζυγοστάτην.