Ancient Greek
SB 26 16423
Documentary Papyri, SB 26 16423
Not analysed yet
Τοθῆς Ἑρμίου μητρὸς Ἀνογείριος …ζως …αρ…ρ…ι…ρ… ἀπὸ κώμης Πυργωτοῦ ὁμολογῶ ἔχειν ἐν χρήσει παρὰ σοῦ ἀργυρίου Σεβαστῶν νομίσματος κεφαλαίου δραχμὰς χιλίας ὀκτακοσίας γίνονται δραχμαὶ Αω τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἃς καὶ ἀποδώσω σοι μετὰ μῆνας δέκα ἀπὸ τῆς ἐνεστώσης ἡμέρας …ε… …ἀνυπερθέτως ……ου… …κ… …σίων γίνονται ……λθόντος ὑπὸ τοῦ ……καθάπερ ἐκ δίκης. τὸ δὲ χειρόγραφον τοῦτο δισσὸν γραφὲν ἐφ' ὑπογραφῆς ἐμοῦ τοῦ Τοθῆ καθαρὸν κύριον ἔστω πανταχῇ ἐπιφερόμενον ὡς ἐν δημοσίῳ …κατακεχωρισμένον. τὸ δάνειον τοῦτο κύριον ἔστω. ἔτους ιθ Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνείνου καὶ Πουβλίου Σεπτιμίου Γέτα Βρεταννικῶν μεγίστων Εὐσεβῶν Σεβαστῶν …