Ancient Greek
SB 26 16475
Documentary Papyri, SB 26 16475
Not analysed yet
……ὁμολογῶ ὀφείλειν σοι καὶ χρεωστεῖν ὑπὲρ ἐκφορίων καρπῶν τῆς παρούσης τεσσαρεσκαιδεκάτης ἰνδικτίονος κεφαλαίου σίτου ἀρτάβας ἕνδεκα καὶ κριθῶν ἀρτάβας πέντε, γίνονται σίτου ἀρτάβαι ια καὶ κριθῶν ἀρτάβαι ε, ἅς σοι μετρήσω τῷ Ἐπεὶφ μηνὶ τῆς εὐτυχοῦς πεντεκαιδεκάτης ἰνδικτίονος ἐν σιτοκρίθῳ νέῳ καθαρῷ κεκοσκινευμένῳ μέτρῳ Ἀθηναίῳ ἐφʼ ἁλώνων τῆς αὐτῆς κώμης ἀνυπερθέτως, γινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. …ω…