Ancient Greek
SB 26 16497
Documentary Papyri, SB 26 16497
Not analysed yet
Ἀντίοχος Κασσιανὸς καὶ οἱ σὺν αὐτῶι ἐπιτηρηταὶ ἱερᾶς πύλης Σοήνης διὰ Φανώφεως βοηθοῦ. διέγραψεν …ῶτις Ψάιτος μητρὸς Σενζμήθιος ὑπὲρ λαογραφίας ιδ ἔτους Ἁδριανοῦ τοῦ κυρίου δραχμὰς δεκαεπτὰ ἡμιωβέλιον, δεσμοφυλακιτικοῦ ἡμιωβέλιον, γίνονται δραχμαὶ ιζ ὀβολός, καὶ ὑπὲρ μερισμοῦ ἐπικεφαλίου ἀνδρῶν ἀνακεχωρηκότων τοῦ ιγ ἔτους Ἁδριανοῦ τοῦ κυρίου δραχμὴν μίαν ἡμιωβέλιον, γίνονται δραχμὴ α ἡμιωβέλιον. ἔτους ιδ Ἁδριανοῦ τοῦ κυρίου, …Ἀντίοχος Κασσιανὸς σεσημείωμαι δραχμὰς δεκαοκτὼ ὀβολὸν ἡμιωβέλιον, γίνονται δραχμαὶ ιη ὀβολὸς ἡμιωβέλιον.