Ancient Greek
SB 26 16502
Documentary Papyri, SB 26 16502
Not analysed yet
ἀγαθῇ τύχῃ. ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Διοκλητιανοῦ τὸ θ καὶ Μαξιμιανοῦ τὸ η Σεβαστῶν ἔτους κ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ Σεβαστοῦ καὶ Μαξιμιανοῦ Σεβαστοῦ καὶ ἔτους ιβ τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, ,ἐν Ἑρμοῦ πόλει τῆς Θηβαΐδος. ὁμολογοῦσιν Αὐρήλιοι Ἀμαζόνιος …καὶ Δημητρία ἡ καὶ Ἀμμωνία θυγάτηρ Πολυδεύκους …τῆς αὐτῆς Ἑρμοῦ πόλεως τῆς Θηβαΐδος χωρὶς κυρίου χρηματίζουσα τέκνων δικαίῳ συμπαρόντος αὐτῇ Αὐρηλίου Ἰσιδώρου Σαραπίωνος ἀπὸ τῆς αὐτῆς Ἑρμοῦ πόλεως …καὶ τοῦ πατρὸς Φλαυΐου Ἀπολλω… καὶ ὡς χρηματίζει ἐκδεδωκέναι τὴν ἑαυτῶν θυγατέρα Αὐρηλίαν Εὐήθιον τὴν καὶ παροῦσαν καὶ εὐδοκοῦσαν πρὸς γάμου καὶ βίου κοινωνίαν ἐπὶ χρησταῖς ἐλπίσι τέκνων γνησίον σπορᾶς ἕνεκεν κατὰ νόμον Πάπιον Ποππαῖον Αὐρηλίῳ Θεσπεσίῳ τῷ καὶ ἀπὸ τῆς αὐτῆς Ἑρμοῦ πόλεως υἱῷ Σεπτιμίου Ἀμμωνίωνος τοῦ καὶ …Ἀλεξανδρείας γεγυμνασιαρχηκότος γενομένου βουλευτοῦ τῆς αὐτῆς Ἑρμοῦ πόλεως …μετὰ κουράτορος Αὐρηλίου Σιλουανοῦ τοῦ καὶ Σερηνισιδώρου καὶ αὐτοῦ ἀπὸ τῆς αὺτῆς πόλεως, …καὶ προσενηνοχέναι αὐτῇ τῇ θυγατρὶ τὴν οὖσαν αὐτῇ φερνὴν ἐν κόσμῳ …καὶ ἱματισμῷ καὶ ὀθόνῃ καὶ ἐν ἄλλοις γυναικείοις πράγμασι …καὶ σώματα δύο Ἁρποκρατίαιναν οἰκογενῆ ἐκ δούλης ὡς ἐτῶν …,καὶ οἰκογενῆ ὁμοίως ἐκ δούλης ὡς ἐτῶν …καὶ τὴν θυγατέρα προσενηνοχέναι ἑαυτῇ εἰς πρ… παρὰ τοῦ γαμοῦντος Θεσπεσίου τοῦ καὶ …μων ὑπὲρ ἕδνων χρυσοῦ λίτραν μίαν …καὶ παιδίσκας δύο Εὖν παρθένον ὡς ἐτῶν ιζ καὶ ὡς ἐτῶν …,ἀνθ’ ὧν ὁμολογεῖ Θεσπέσιος παρειληφέναι τ… προκειμεν… καὶ πάντα τὰ προγεγραμμένα …μας λόγον καὶ κεχαρίσθαι αὐτῇ …ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ χρόνον, ἣν παρειληφ… καὶ τοὺς προκειμένους δούλους …πειθαρχοῦσαν αὐτῷ ἀνδρὶ …ἐπιχορηγείτω δὲ τὰ προσήκοντα κατ’ ἀξίαν τιμὴν …