Ancient Greek
SB 26 16504
Documentary Papyri, SB 26 16504
Not analysed yet
ἔτους κθ Φαῶφι β. λόγος παρὰ Ἀμολῆτος ξύλων ὧν ἠγόρακεν ἐκ τῆς Ὑψηλῆς παρὰ Ἐυδήμου ξύλα λγ ἑξαπήχη, ὡς τῶν δ δραχμῶν ξύλα ια γίνονται λγ δραχμαὶ ιβ, ἄλλα ϛ ἑξαπήχη δραχμαὶ β παρὰ Μαρίου ξύλα ιϛ ὀκταπήχη ἀνὰ τριώβολον γίνονται δραχμαὶ η παρὰ Στρατίου ξύλα θ ἀνὰ ὀβολὸν ἡμιωβέλιον γίνονται δραχμαὶ β ὀβολὸς ἡμιωβέλιον παρὰ Νουμηνίου ξύλα β ἀνὰ τετρώβολον γίνονται δραχμὴ α διώβολον παρὰ Νικάνδρου ξύλα δ ἀνὰ πήχεις η ἀνὰ τριώβολον γίνονται δραχμαὶ β γίνονται ξύλα ο δραχμαὶ κζ τετρώβολον ἡμιωβέλιον καὶ ἀνηλώθη εἰς τὰ ξύλα ἐκ τῆς Ὑψηλῆς ἐπὶ τὸν ποταμὸν, ὑποζυγίοις τοῖς καταγαγοῦσιν δ ἀνὰ τριώβολον γίνονται δραχμαὶ β καὶ ἐργάταις τοῖς μετὰ τῶν ὑποζυγίων δ ἀνὰ διώβολον ἡμιωβέλιον γίνονται δραχμὴ α τετρώβολον ἡμερῶν β, ἐργάταις τοῖς ἐμβαλομένοις εἰς τὸ πλοῖον τὰ ξύλα διώβολον, ἐργάταις δ τοῖς ἑλκύσασιν τὸ πλοῖον εἰς Κερκῆν δραχμὴ α, ναῦλον πλοίου δραχμαὶ γ τριώβολον γίνονται δραχμαὶ η τριώβολον γίνεται τὸ πᾶν δραχμαὶ λϛ ἡμιωβέλιον