Ancient Greek
SB 26 16518
Documentary Papyri, SB 26 16518
Not analysed yet
τοῖς τιμιωτάτοις ἀδελφοῖς Παύλῳ καὶ Ἰῳάννῃ Τιμαγένης χαίρειν. πρὸ μὲν πάντων εὔχομαι τῷ ὑψίστῳ θεῷ περὶ τῆς ὑμῶν ὁλοκληρίας. καθὼς συνέταξάς μοι περὶ τῶν κωμοκατοίκων κώμης Ὄφεως, κατὰ τὸ βρέουιον ἀπῄτησα ἃ ἐπέστειλας χωρὶς Ἰωάννου Ὥρου τοῦ κληρονόμου Ἑρμάμμωνος εἰς χρυσοῦ νομισμάτιον …χ…στης κωμάρχης κατέχεται παρὰ τῶν κληρονόμων Ἡρακλέωνος ἐν Ἀντινόου, σπούδασον πέμψαι δύο στρατιώτας εἰς τὴν κώμην κατ’ αὐτὴν ὥραν, ἵνα δυνηθῶ ἢ ἀπαλλάξαι τὸ πρᾶγμα ἢ αὐτὸν ἐνεγκεῖν εἰς τὴν πόλιν. καὶ ἰδού, ἓξ ἡμέρας κακὸν διελάλησα γὰρ μετὰ τῶν κωμαρχῶν καὶ …ὅτι ἀπαιτῆσαι ἔχομεν τῷ βοηθῷ ἡμῶν. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, δέσποτα …δέσποτα …