Ancient Greek
SB 26 16524
Documentary Papyri, SB 26 16524
Not analysed yet
Πεσοῦρις Ἡρακλείδει χαίρειν. …ιη… …ο…κο…σ…ια…αι… …ρ…ο…ε… …διασαφούμενον Ἡράκλειον Διονυσίου …Ἀπολλωνίωι τῶι παρʼ Ἡ… …ε…υ ἐπιμελητοῦ πρ…ε…ει συνεσταμένωι καὶ μετὰ τῆς τῶν ἄλλων εἰθισμένων γνώμης ἀπὸ τῆς ἕως τοῦ κϛ ἔτους κεχερσευμένης …ης γῆς ὡς καθήκει καὶ τὴν σχηματογραφίαν πέμψον εὐσημως, καὶ φρόντισον ἵνα μηθὲν ἐν τούτοις ἀγνοηθῆι, ἀλλὰ φύλαξαι ὡς πρὸς σὲ τοῦ λόγου ἐσομένου. ἔρρωσο. ἔτους λγ Τῦβι κϛ. Ἀντίπατρος Πεσούρει χαίρειν. Ἡρακλείωι Διονυσίου Μακεδόνι τῶι προσειλημμένωι δι’ ἡμῶν εἰς τὴν κατοικίαν καταμετρηθήτωσαν ἀπὸ τῆς ἐπικεχωρημένης χέρσου κατὰ τὰ προστεταγμένα ἄρουραι λ, ἐὰν καὶ σοὶ ἀνθομολογήσηται Δωρίων ὁ τραπεζίτης διαγεγράφθαι παρ’ αὐτοῦ ὡς τῆς ἀρούρας χαλκοῦ τάλαντον α Β, τὰ συναγόμενα τάλαντα μ· καὶ φρόντισον, ὡς οὐθὲν ἐν τούτοις ἀγνοηθήσεται ὅ τε χαλκὸς ἐπισυναχθεὶς χωρίζηται τῶν βασιλικῶν λόγων καὶ καθ’ αὑτὸν ἐξαποστέλληται εἰς τὴν πόλιν ἀκολούθως τοῖς καὶ σοὶ παρ’ Ἀπολλωνίου τῶν πρώτων φίλων καὶ διοικητοῦ ἐπεσταλμένοις. ἔτους λγ Ἁθὺρ κβ. Ἡρακλείδης ἀνέγνωκα ἀρούρας τριάκοντα, ἀρούρας λ. ἔτους λγ Τῦβι κζ. Ἡρακλείου ἄρουραι λ.