Ancient Greek
SB 26 16526
Documentary Papyri, SB 26 16526
Not analysed yet
Αὐρηλίοις Ἑρμάμμωνι Τριαδέλφου ἐξηγητῇ διὰ τοῦ πατραδέλφου καὶ ἐπιτρόπου Αὐρηλίου Σαραπίωνος Διοσκόρου καὶ τοῖς ἐκ διαδοχῆς ὀνομασταῖς σου Ἑρμάμμωνι Ἑρμοφίλου καὶ Ἱέρακι Ἑρμοῦ ἀμφοτέροις ἐξηγηταῖς Ἑρμοῦ πόλεως τῆς μεγάλης ἀρχαίας καὶ σεμνοτάτης καὶ λαμπροτάτης παρὰ Αὐρηλίου Κοπρέου Μέλανος ἀπὸ τῆς αὐτῆς πόλεως. ἐπεὶ χθὲς ἥτις ἦν ιγ τοῦ ὄντος μηνὸς …ρον…νων… με ὑφʼ ὑμῶν διὰ προθεσίμου …ἀντὶ τοῦ προκειμένου Ἑρμάμμωνος ἐξηγητείαν ἀναγκαῖον ἡγησάμενος τῶν δυνάμεών μου πολὺ ἀποδεουσῶν πρὸς …σιν ἐπιδίδωμι ὑμῖν τάδε τὰ βιβλία ἐξιστανόμενος πάντων ὧν ἐὰν ἔχω καὶ ἔραυναν προκαλούμενος καὶ ἀξιῶν ὑμᾶς …