Ancient Greek
SB 26 16538
Documentary Papyri, SB 26 16538
Not analysed yet
Αὐρηλίῳ Διονυσίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος καὶ Αὐρηλίῳ Ἰσιδότῳ τῷ καὶ Ὠριγένῃ βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ κωμογραμματεῖ καὶ λαογράφοις κώμης Βακχιάδος παρὰ Αὐρηλίου Ἱερανούπεως Πετεύρεως μητρὸς Θενατύμεως ἱερέως ἀπὸ κώμης Βακχιάδος. ὑπάρχει μοι ἐν τῇ κώμῃ ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς καὶ ἄλλο ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς ἐν ᾧ κατοικῶ καὶ ἀπογράφομαι ἐμαυτόν τε καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος ἔτους κδ κατʼ οἰκίαν ἀπογραφήν. καί εἰμι Ἱερανοῦπις ὁ προγεγραμμένος ἐτῶν νζ καὶ τὰ γενάμενά μοι ἐκ τῆς μετηλλαχυίας μου γυναικὸς Νεπτήχεως τέκνα Ψενατῦμιν ἐτῶν λη καὶ Ὧρον ἐτῶν ιθ. διὸ ἐπιδίδωμι. Αὐρήλιος Αὐνῆς λαογράφος κατεχώρισα καὶ ἔσχον τούτου τὸ ἴσον. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Ὀπελλίου Σεουήρου Μακρίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Μεσορὴ ἐπαγομένων ε. Ἱερανούπεως