Ancient Greek
SB 26 16566
Documentary Papyri, SB 26 16566
Not analysed yet
……Ἀμμωνίωι Λεπτίνου Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν …μελίχρωι οὐλὴ μετώπῳ ἀργυρίου σεβαστοῦ καὶ πτολεμαικοῦ νομίσματος κεφαλαίου δραχμὰς ἑκατὸν τεσσαράκοντα ἃς καὶ εἴληφε παρ’ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου τόκου ὡς ἐκ δραχμῆς μιᾶς τῆι μνᾷ τὸν μῆνα ἕκαστον, τὸ δὲ δάνειον τοῦτο τὰς τοῦ ἀργυρίου δραχμὰς κεφαλαίου ἑκατὸν τεσσαράκοντα καὶ τοὺς τόκους ἀποδότω ὁ Ἀμμώνιος τῷ ἐν μηνὶ Φαῶφι τοῦ εἰσιόντος …ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, ἐὰν δὲ μὴ ἀποδῷ …