Ancient Greek
SB 26 16608
Documentary Papyri, SB 26 16608
Not analysed yet
Εἰρήνη Ἐπαφρῦτι τῶι ἀδελφῷ πλεῖστα χαίρειν. πρὸ πάντων ἀσπάζομαί σε μεγάλως σὺν τοῖς σοῖς πᾶσιν. ἔπειτα ἐρωτῆσαί σε, ἀδελφὲ, μὴ ἀμελεῖν περὶ τοῦ ψελίου. χρυσοῦν, ὡς ἐδήλωσα σοι, γινέσθω εἰς χέριον τελείας γυναικός. ὡς τὰ τῆς νεωτέρας γινέσθω ὡς εἰς χεῖρα Ματροῦτος τῶν δύο χρυσῶν ὡς διʼ ἑτέρας ἐπιστολῆς ἐδήλωσά σοι τῇ ἄλλῃ φορᾷ α σοὶ μέλλε…ν ἄλλον γ χρυσῶν, ἐπεὶ τὰ αὐτῆς εἰς ἄλλην χρείαν ὑπάγει. κόμισαι παρὰ Πετεχῶντος ἀγρίας ἀσταφίδος μ α, ὃν ἐδήλωσεν Διογᾶς πέπομφέναι διὰ Ἑρμοδώρου Ζοιλᾶτι. ἐρεῖς δὲ Ζοιλᾶτι ὅτι ὡς ἐδήλωσά σοι οὐχ εὗρον δοῦναι Ἑρμοδώρῳ. ἔδωκα Πετεχῶντι καὶ εἶδος καὶ σάκκον καινὸν ὅπως δώσεις εἰς αὐτὸ τὰ ἔρια εἰ δοκεῖ σοι. λοιπὸν ἐλθέ μοι εἰς αὔασιν μή μοι ἔλθῃς μετὰ λόγον ἐνιαυτῷ. σημᾶναι ἐν Ὀξυρύγχων εἰ τέλειον τὸ τῆς οἰκίας. ἔρρωσο. Θὼθ ι ἀπὸ Εἰρήνης Ἐπαφροδίτῳ ἀδελφῶι