Ancient Greek
SB 26 16650
Documentary Papyri, SB 26 16650
Not analysed yet
…λλοθυοκ… ημα…ρθ…ουμι… …αθελεθυμωυνεμαρ Ιαω…ησι… Ιω Ιω α… αεηιουοιη υ α υυυ ἐξορκίζω σε, δαῖμον, κατὰ τοῦ μεγάλου θεοῦ Ερηκισηφθη Αραραχαραρα Ηιφθησικηρε… φερσογε…ν Ιωη Ιωερβηθ Ιωπακερβηθ Ιωβολχοσηθ Ιωψενχαν Βαινχωωωχ· Κλεοπάτριον Πατρακίνου, ἄξον τὴν Τερηουν, ἥν ἔτεκεν Απια, πρὸς ἐμέ, Δίδυμον, ὃν ἔτεκεν Ταιπιαμ, πυρουμένην, φλεγομένην, βασανιζομένην τὴν ψυχήν, τὸν νοῦν, τὸ γύναιον σῶμα, ἕως ἔλθῃ πρὸς ἐμέ, Δίδυμον, ὃν ἔτεκεν Τεπιαμ, καὶ κολλήσῃ αὐτῆς τὰ χείλη εἰς τὰ χείλη μου, τὴν τρίχα εἰς τὴν τρίχα μου, τὴν γαστέρα εἰς τὴν γαστέρα μου, τὸ μελάνιον εἰς τὸ μελάνιόν μου, ἕως τελέσω τὴν συνουσίαν μου καὶ τὴν ἀρσενικήν μου φύσιν μετὰ τῆς γυναικείας αὑτῆς φύσεως. ἤδη, ταχὺ β