Ancient Greek
16652.4.75 to 16652.5.107
Documentary Papyri, SB 26 16652.4.75-16652.5.107
Not analysed yet
δραχμαὶ ιβ διώβολον καὶ τιμῆς καδῶν ὀστρακίνων δραχμὴ α γίνονται τοῦ μηνὸς δραχμαὶ Αψϙθ. Παῦνι. Ἀφροδισίῳ ἐργοδότῃ ὁμοίως ὀψώνιον Παῦνι δραχμαὶ μ καὶ ὥστε ἀντληταῖς κατὰ μέρος ἀπὸ α ἕως λ ἐν καστέλλῳ καὶ προβολῇ διώρυγος ἡμερευόντων ἀνδρῶν Αβ καὶ τῶν διὰ νυκτὸς ἐργασαμένων ἀνδρῶν ψβ τῶν ἐπὶ τὸ αὐτὸ ἀνδρῶν Αψδ ὡς τῶν λ μισθοῦ δραχμαὶ μ δραχμαὶ Βσοβ καὶ ὀργανισταῖς ἐργασαμένοις ἐπὶ κοχλίαις ἀπὸ α ἕως λ κατὰ μέρος ἡμέρας καὶ νυκτὸς ἀνδρῶν ρβ ὡς τοῦ ἑνὸς ὀβολῶν ι ὀβολοὶ Ακ γίνονται δραχμαὶ ρμ πεντώβολον καὶ τιμῆς ἐλαίου καύσεως λύχνων τοῖς διὰ νυκτὸς ἐργασαμένοις δραχμαὶ ιβ καὶ τιμῆς κάδων καὶ ἐκχύσεων εἰς προβολὴν δραχμαὶ ϛ γίνονται τοῦ μηνὸς δραχμαὶ Βυο πεντώβολον, μισθὸς κάδων ὀβολοὶ ιϛ. Ἐπεὶφ. Ἀφροδισίῳ ἐργοδότῃ ὀψώνιον Ἐπεὶφ δραχμαὶ μ καὶ ὥστε ἀντληταῖς κατὰ μέρος ἐργασαμένοις ἀπὸ α ἕως λ ἐν καστέλλῳ καὶ προβολῇ ἀνδρῶν ϡκδ καὶ τῶν διὰ νυκτὸς ἐργασαμένων ὁμοίως ἀνδρῶν χγ τῶν ἐπὶ τὸ αὐτὸ ἀνδρῶν Αφκζ ὡς τῶν λ μισθοῦ δραχμαὶ μ δραχμαὶ Βλϛ καὶ τιμῆς ἐλαίου καύσεως λύχνων ὁμοίως δραχμαὶ ιβ καὶ τιμῆς ἐκχύσεων καὶ κάδων ὀστρακίνων δραχμαὶ δ καὶ μισθὸν κάδων χαλκῶν τοῦ μηνὸς δραχμαὶ ιβ ὀβολοὶ ιζ γίνονται τοῦ μηνὸς δραχμαὶ Βρδ ὀβολοὶ ιζ, μισθὸς κάδων ἄλλαι δραχμαὶ η. Μεσορὴ. Ἀφροδισίῳ ἐργοδότῃ ὀψώνιον Μεσορὴ δραχμαὶ μ καὶ ὥστε ἀντληταῖς κατὰ μέρος ἐργασαμένοις ἐν καστέλλῳ καὶ προβολῇ ἀπὸ α ἕως ἐπαγομένων ε ἀνδρῶν ωκβ καὶ τοῖς διὰ νυκτὸς ἐργασαμένοις ὁμοίως ἀνδρῶν σπη τῶν ἐπὶ τὸ αὐτὸ ἀνδρῶν Αρι ὡς τῶν λ μισθοῦ δραχμῶν τεσσαράκοντα δραχμαὶ Αυπ καὶ τιμῆς ἐλαίου καύσεως λύχνων δραχμαὶ ζ γίνονται τοῦ μηνὸς δραχμαὶ Αφκζ, μισθοῦ κάδων διὰ Τυράννου σκευοπώλου δραχμαὶ κβ. ιζ ἔτους Θώθ. Ἀφροδισίῳ ἐργοδότῃ ὀψώνιον Θὼθ δραχμαὶ λϛ καὶ ὥστε ἀντληταῖς κατὰ μέρος ἐργασαμένοις α ἕως λ ἐν καστέλλῳ ἀνδρῶν ψβ καὶ τῶν διὰ νυκτὸς ἐργασαμένων ἀνδρῶν ρλη τῶν ἐπὶ τὸ αὐτὸ ἀνδρῶν ωμ ὡς τῶν λ μισθοῦ δραχμαὶ λϛ δραχμαὶ Αη τιμῆς ἐλαίου καύσεως λύχνων δραχμαὶ δ καὶ τῶν διὰ νυκτὸς ἐργασαμένων ἡμερῶν ε τῶν ἐπαγομένων ἀνδρῶν ιβ δραχμαὶ ιϛ γίνονται τοῦ μηνὸς δραχμαὶ Αξδ.