Ancient Greek
SB 26 16666
Documentary Papyri, SB 26 16666
Not analysed yet
Οὐαλερίῳ Σωτᾷ λογιστῇ Ἀρσινοίτου παρὰ Αὐρηλίων Δημητρίας Πατᾶτος καὶ Σύρας Νεμεσίωνος ἀπὸ τῆς αὐτῆς πόλεως καὶ Διερᾶτος· λόγῳ μὲν καὶ τῷ δοκεῖν ἔργῳ δὲ καὶ τῇ δυνάμει τὸν διασφαλισμὸν ποιούμεθα ὑπὲρ ἡμετέρας ἀσφαλείας. ὑπάρχει ἡμῖν ἐπὶ τῆς μητροπόλεως ἐπʼ ἀμφόδου Μακεδόνων οἰκία. ταύτῃ δὲ προσπαράκειται ἑτέρα οἰκία κληρονόμων Ἀκουσαρίου καὶ τῶν σὺν αὐτοῖς. ἐπεὶ οὖν ὁ νότινος τοῖχος τῆς οἰκίας τῶν προειρημένων φέρων εἰς τὴν δημοσίαν ῥύμην διʼ ἧς ἐστὶν ἡ εἴσοδος καὶ ἔξοδος τῆς οἰκίας, ἐπεὶ οὖν ἐπισφαλῶς ἔχει ἡ προειρημένη οἰκία καὶ δεομένη …μὴ ἀφάτως …ου τοίχου ἀτόπημά τι συμβῇ τοῖς ἡμετέροις ἔτι τε καὶ τοῖς διίουσι ε…η, ἠπείχθημεν ἐπιδοῦναι τάδε τὰ ἔγγραφα ἀσφαλιζόμεναι περὶ τούτου ἔπειτα καὶ ἀξιοῦσαι αὐτὰ ταῦτα φανερὰ γενέσθαι τοῖς προειρημένοις ἵνʼ εἰδέναι ἔχωσι προς τὸ τὴν τοῦ τοίχου καθαίρεσιν ἔτι τε καὶ ἀν…ν ποιήσασθαι ἵνα δυνηθῶμεν μετὰ πάσης ἀφοβίας συμμένειν. διευτύχει. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου Σεβαστῶν τὸ δ Φαρμοῦθι α. Αὐρήλιοι Δημήτρια καὶ Σύρα καὶ Διερᾶς ἐπιδεδώκαμεν. Αὐρήλιος Σαραπάμμων ἔγραψα ὑπὲρ αὐτῶν …