Ancient Greek
SB 26 16684
Documentary Papyri, SB 26 16684
Not analysed yet
Αὐρηλία Σία θυγάτηρ Ἀφοῦτος μητρὸς Ταύριος ἀπὸ κώμης Καινῆς ιγ πάγου τοῦ Ἡρακλεοπολίτου νομοῦ κληρονόμοις Διοσκόρου Διμάλλου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. μεμίσθωμαι παρʼ ὑμῶν ἀπὸ τῶν ὑπαρχόντων ὑμῖν ἐν τοῖς ἀνὰ μέσον μέρεσι τῆς αὐτῆς κώμης Καινῆς, ἀπὸ οἰκίας καὶ τῶν χρηστηρίων πάντων ἐν τῇ δευτέρᾳ στέγῃ κέλλαν μίαν ἀνεῳγμένην εἰς λίβα καὶ τὴν χρῆσιν τῶν χρηστηρίων πάντων τῆς οἰκίας ἐπὶ χρόνον ἐνιαυτὸν ἕνα, ἀπὸ νεομηνίας τοῦ εἰσιόντος μηνὸς Θὼθ τῆς παρούσης ιγ ἰνδικτιῶνος, ἐνοικίου τοῦ συμπεφωνημένου πρὸς ἀλλήλους τοῦ ὅλου ἐνιαυτοῦ ἀργυρίου μυριάδων ἑπτακοσίων πεντήκοντα, γίνονται δηναρίων μυριάδες ψν, ἅσπερ ἀποδώσω ὑμῖν ἐν τέλει τοῦ ἐνιαυτοῦ ἀνυπερθέτως. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεῖσα ὡμολόγησα.