Ancient Greek
SB 26 16722
Documentary Papyri, SB 26 16722
Not analysed yet
……ἐκ λιβὸς ταύτης ὁλοκλήρους ἓξ ἀρούρας οὔσας ἐν μηχανῇ καλουμένῃ τοῦ Μοναστηρίου μετὰ τοῦ ἐπιβάλλοντος αὐταῖς μέρους ἐκ τοῦ λάκκου τῆς αὐτῆς μηχανῆς καὶ ὑδρεύματος καὶ κυκλευτηρίου καὶ μηχανικῶν ὀργάνων καὶ φυτῶν παντοίων καὶ παντὸς ἑτέρου δικαίου αὐτῶν ἐπὶ τῷ …εσθαι τῆς τούτων μισθώσεως, καὶ τελέσω τῇ ὑμῶν ὑπερφυείᾳ διὰ τῶν αὐτῇ προσηκόντων ὑπὲρ φόρου τούτων καθʼ ἕκαστον ἐνιαυτὸν ἐπί τε νειλοβρόχου καὶ ἀβρόχου ἀκολούθως τῷ γεουχικῷ ὑμῶν ἀπαιτησίμῳ, ὅνπερ φόρον παντὸς κινδύνου ἀκίνδυνον ἐπάναγκες ἀποδώσω τῇ ὑμῶν ὑπερφυείᾳ διὰ τῶν αὐτῇ προσηκόντων ἐν τῷ δέοντι καιρῷ ἀνυπερθέτως, ποιούμενος καὶ τὴν ἀναβολὴν τῶν ναυβίων· τὴν δὲ νομὴν τῶν προειρημένων πάντων πραγμάτων ἄτρωτον ἀβλαβῆ φυλάξω καὶ παραδώσω τῇ ὑμετέρᾳ ὑπερφυείᾳ ὁπόταν βουληθείη ὡς καὶ παρείληφα. κυρία ἡ μίσθωσις ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος …ς Φοιβάμμωνος ὁ προγεγραμμένος πεποίημαι ταύτην τὴν μίσθωσιν καὶ ἀποδώσω τὸν προγεγραμμένον φόρον κατʼ ἔτος ὡς πρόκειται. Ἀναστάσιος συμβολαιογράφος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. di emu Anastasiu eteleiothe.