Ancient Greek
SB 26 16726
Documentary Papyri, SB 26 16726
Not analysed yet
ἀντίγραφον ἐπιστολῆς Ἀρτεμιδώρου στρατηγοῦ Ἀρσινοίτου Ἡρακλείδου μερίδος Οὐλπίῳ Σερηνιανῷ Φιλοκομμόδῳ καὶ Φιλοσαράπιδι τῶι κρατίστῷ ἀρχιερεῖ καὶ ἐπὶ τῶν ἱερέων Αὐρήλιος Ἀρτεμίδωρος στρατηγὸς Ἀρσινοίτου Ἡρακλείδου μερίδος χαίρειν. Στοτοῆτις Ὀννώφρεως τοῦ …μητρὸς …τῆς Στοτοήτεως ἱερεὺς β φυλῆς Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου καὶ τῶν συννάων θεῶν κώμης Σοκνοπαίου Νήσου βιβλίδιόν μοι ἐπέδωκεν βουλόμενος ἱερατικῶς περιτεμεῖν υἱὸν ἑαυτοῦ ἐκ μητρὸς Ταυήτιος ἱερείας …τῶν αὐτῶν θεῶν καὶ διʼ ἐκτάκτου παρέθετο εἰς ἀπόδειξιν τοῦ αὐτὸν εἶναι ἱερατικοῦ γένους ἀντίγραφον κατ' οἰκίαν ἀπογραφῆς τοῦ ἔτους …