Ancient Greek
SB 26 16734 Ro
Documentary Papyri, SB 26 16734
Not analysed yet
Φλαουίῳ …ἐξκέπτορι τάξεως ἡγεμονίας Αὐρήλιος …υἱὸς Σαραπίωνος ἀφʼ Ἡρακλέους πόλεως, ἑξῆς ὑπογράφων ἰδίοις γράμμασιν, χαίρειν. μεμίσθωμαι παρὰ σοῦ ἀπὸ τῶν ὑπαρχόντων σοι ἐν τῇ αὐτῇ Ἡρακλέους πόλει ἐν ῥύμῃ καλουμένῃ …τόπον ἀπὸ οἰκίας ὅλης ἀνεῳγμένης εἰς …ἀπὸ οἰκίας ὁλοκλήρου ἀνεῳγμένης εἰς βορρᾶν, σὺν αὐλῇ καὶ …πᾶσι ἐν τῇ προγεγραμμένῃ οἰκίᾳ τόπον ἕνα ἀνεῳγμένον εἰς λίβα εἰς τὸ αἴθριον ἐν τῇ πρώτῃ στέγῃ …αι…α ἄλλον τόπον ἐν τῇ αὐτῇ στέγῃ …καὶ ἐν τῇ δευτέρᾳ στέγῃ ἕτερον τόπον …εν…νομένου …λλοις …νι… τέσσαρας π…μια …τόπον ἀνεῳγμένον εἰς ἀπηλιώτην μετὰ τοῦ ἀναλόγου δικαίου ἔκ τε τοῦ αἰθρίου καὶ αὐλῆς καὶ φρέατος καὶ χρηστηρίων πάντων, ἐπὶ χρόνον ἐνιαυτὸν ἕνα ἀπὸ τῆς σήμερον, ἡμέρας, ἥτις ἐστὶν Φαμενὼθ α τῆς τρίτης ἰνδικτίονος, ἐνοικίου τοῦσυμπεφωνημένου πρὸς ἀλλήλους τοῦ ὅλου ἐνιαυτοῦ χρυσοῦ νομισματίου ἑνὸς ἥμισυ, γίνεται νόμισμα α 𐅵,ὅπερ ἀποδώσω σοι ἐν τέλει τοῦ ἐνιαυτοῦ, ἀνυπερθέτως. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Φλαουίων Πρωτογένους καὶ Ἀστουρίου τῶν λαμπροτάτων, Φαμενὼθ α. Αὐρήλιος …υἱὸς Σαραπίωνος ὁ προγεγραμμένος μεμίσθωμαι τὸ ἥμισυ μέρος ἀπὸ τῆς προγεγραμμένης οἰκίας …σὺν τοῖς δηλωθεῖσιν τόποις ἐπὶ ἐνιαυτὸν ἕνα καὶ ἀποδώσω ὑπὲρ ἐνοικίου χρυσοῦ νομισμάτιον ἓν ἥμισυ καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται. …διʼ ἐμοῦ Ἀθανασίου ἐγράφη μηδὲν ἀποστείλῃς μηδὲ θελήσῃς ἐλθεῖν ἐνταῦθα, ἤδη γὰρ ἀπῆλθα εἰς Θμουνεψι. βλέπε μὴ θελήσῃς ἐλθεῖν, μὴ ἀκούσῃ ὁ κύριος καὶ ἀηδίσῃ σε, μηδενὸς ἔργου ὄντος ἑνός.