Ancient Greek
SB 26 16738
Documentary Papyri, SB 26 16738
Not analysed yet
παρὰ Θεανῶτος Πετεσούχου ἀπὸ κώμης Καρανίδος μετὰ κυρίου Καμβύκεως Αὐνείους. κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Ἀννίου Συριακοῦ ἀπογράφομαι τὰς ὑπαρχούσας περὶ κώμην Καρανίδα, διὰ δὲ σωματισμοῦ εἰς Ζωιδοῦν Πετεσούχου κλήρου κατοικικοῦ ἀρούρης γιϛ οὖσαν ἐν ἀβρόχῳ πρὸς τὸ ἐνεστὸς γ ἔτος Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν. διὸ ἐπιδίδωμι Κάμβυκις ὁ προγεγραμμένος ὡς ἐτῶν κϛ …