Ancient Greek
SB 26 16742
Documentary Papyri, SB 26 16742
Not analysed yet
Σαραπίωνι ἀρχισωματοφύλακι παρὰ Πετοσίριος τοῦ Πετοσίριος ἱερακοβοσκοῦ τοῦ ἐν Ὀξυρύγχοις τῆς Πολέμωνος μερίδος ἱερακείου. οὐ παραλείπομεν καθʼ ἡμέραν εὐχόμενοι τοῖς θεοῖς ὑπὲρ σοῦ ὅπως ὑγιαίνῃς καὶ εὐημερῇς τὸν πάντα χρόνον παρὰ τῶι βασιλεῖ καὶ τῆι βασιλίσσηι· ἅμα τε καὶ ἐπιτελοῦμεν τὸ ψώμισμα καὶ τὰς ταφὰς τῶν ἱεράκων. Ἀπολλωνίου τοῦ πρὸς τῆι στρατηγίαι ἐπιβαλόντος ἐπὶ τοὺς τόπους καὶ εἰσελθόντος εἰς τὸ προειρημένον ἱερακεῖον καὶ οὐθὲν εὑρόντος καὶ οἱ περὶ αὐτὸν ἐπιλαβόμενοι Παιν τὸν υἱὸν τοῦ πρεσβυτέρου μου ἀδελφοῦ ἐπὶ τῆς ἅλω …