Ancient Greek
SB 26 16745
Documentary Papyri, SB 26 16745
Not analysed yet
…ἐν τῶι στρατιωτικῶι ……ος καὶ Πτολεμ… …ἀμφοτέροις Πέρσαις τῆς ἐπιγονῆς, οἱ τρεῖς ἀγυιᾶς Κλεοπάτρας Ἀφροδίτης, πυροῦ στερεοῦ ἀρτάβας τριάκοντα δύο. ἀποδότωσαν δὲ οἱ δεδανεισμένοι Θεοξένῳ τὰς τριάκοντα δύο ἀρτάβας τῶν πυρῶν ἐν μηνὶ Παῦνι τοῦ ἑκκαιδεκάτου ἔτους ἐν Ὀξυρύγχων πόλει πυρὸν στερεὸν νέον καθαρὸν ἄδολον μέτρῳ τετραχοινίκῳ ἀγορανομικῷ καταστήσαντες τοῖς ἰδίοις ἀνηλώμασι. ἐὰν δὲ μὴ ἀποδῶσι καθὰ γέγραπται, ἀποτεισάτωσαν οἱ δεδανεισμένοι Θεοξένῳ τιμὴν ἑκάστης ἀρτάβης ἧς ἐὰν μὴ ἀποδῶσι χαλκοῦ δραχμὰς ἑξακισχιλίας. ἔγγυοι ἀλλήλων οἱ δεδανεισμένοι τῶν κατὰ τὴν συγγραφὴν πάντων εἰς ἔκτισιν, ἡ δὲ πρᾶξις ἔστω Θεοξένῳ ἔκ τε ἀμφοτέρων καὶ ἐξ οὗ ἐὰν αἱρῆται αὐτῶν καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης. κυρία ἡ συγγραφή. vestig