Ancient Greek
SB 20 14641
Documentary Papyri, SB 26 16756
Not analysed yet
……ὑπὲρ διαφόρου τούτου καθʼ ἕκαστον ἐνιαυτὸν ἀπὸ τοῦ ὄντος μηνὸς Μεσορὴ τοῦ ἐνεστῶτος ἔτους ρ…γ ρ…β τῆς πέμπτης ἰνδικτίονος σίτου ἀρτάβας δύο ἥμισυ, γίνονται ἀρτάβαι β𐅵 ἀκοιλάντως. τὸ δὲ προκείμενον κεφάλαιον χρυσοῦ νομισμάτιον ἓν ἀκίνδυνον ὂν ἀπὸ παντὸς κινδύνου ἐπάναγκες ἀποδώσω σοι ὁπόταν βουληθῇς ἀνυπερθέτως, γινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Πέτρος …ὁ προκείμενος ἔσχον ἐν χρήσει τὸ τοῦ χρυσοῦ νομισμάτιον ἓν κεφαλαίου καὶ ἀποδώσω μετὰ καὶ τοῦ διαφόρου ὡς πρόκειται. …λερ… Ἀφυγχίου ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος γράμματα μὴ εἰδότος.