Ancient Greek
SB 26 16796
Documentary Papyri, SB 26 16796
Not analysed yet
……τῆς Ἀρκάδων ἐπαρχίας υἱῷ τοῦ τῆς …μνήμης Ἰουλίου ἀπὸ κώμης Σπανίας τοῦ Ὀξυρυγχίτου νομοῦ τὰ νῦν διάγοντι ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, Αὐρήλιος Ἰωάννης υἱὸς Διοσκόρου μητρὸς Ἄννας ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως χαίρειν. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ νεομηνίας τοῦ Θὼθ μηνὸς τοῦ εἰσιόντος ἔτους ρϙε ρξδ τῆς σὺν θεῷ εἰσιούσης δωδεκάτης ἰνδικτίονος ἀπὸ τῶν ὑπαρχόντων τῇ σῇ αἰδεσιμότητι ἀπὸ οἰκίας διακειμένης ἐπὶ τῆσδε τῆς πόλεως ἐπ’ ἀμφόδου Παμμένους Παραδείσου νευούσης ἐπὶ λίβα ὁλόκληρον μονόχωρον τυγχάνον ὑποκάτω τῆς ἁψῖδος νεῦον ἐπὶ βορρᾶ σὺν χρηστηρίοις καὶ δικαίοις πᾶσι καὶ τελέσω ὑπὲρ ἐνοικίου τούτου ἐνιαυσίως χρυσοῦ κεράτια ἓξ ἰδιωτικῷ ζυγῷ νομιτευόμενα, γίνεται χρυσοῦ κεράτια ϛ ἰδιωτικῷ ζυγῷ νομιτευόμενα, ὅπερ ἐνοίκιον ἀποδώσω κατʼ ἔτος δι’ ἑξαμήνου τὸ ἥμισυ· καὶ ὁπόταν βουληθείη ἡ σὴ αἰδεσιμότης ἀντιπαραδώσω τὸ αὐτὸ μονόχωρον μετὰ τῆς ἀτρώτου νομῆς ὡς καὶ παρ …μίσθωσις Αὐρηλίου Ἰωάννου υἱοῦ Διοσκόρου ἀπὸ τῆς Ὀξυρυγχιτῶν λόγῳ ἐνοικίου χρυσοῦ κερατίων ϛ