Ancient Greek
SB 26 16825
Documentary Papyri, SB 26 16825
Not analysed yet
Ἡρακλείδης ἐκλήμπτωρ δρυμῶν Τεβέτνυ καὶ Κερκεήσεως καὶ πάντων τῶν ὑποπιπτόντων τῇ ὠνῇ …εκῆτι Σαταβοῦτος καὶ τῷ υἱῷ σου Σαταβοῦτι μισθωταῖς ἀνθήλης χαίρειν. ἔχω παρʼ ὑμῶν ἀφʼ ὧν ὀφείλετε φόρων φυῆς τοῦ διεληλυθότος ἐνάτου ἔτους ἀκολούθως ᾧ ἔχω ὑμῶν ἀναφορίῳ ἐπὶ λόγου ῥυπαροῦ ἀργυρίου δραχμὰς ἑπτακοσίας, γίνονται δραχμαὶ ψ. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Γερμανικοῦ ια.