Ancient Greek
SB 26 16830
Documentary Papyri, SB 26 16830
Not analysed yet
τῷ εὐλαβεστάτῳ ἄββα …ουαιν πρεσβυτέρῳ καὶ ἀρχιμανδρίτῃ τοῦ μοναστηρίου …ηπεριτῶν καλουμένου ἄνω ἐν τῷ Ἀπηλιωτικῷ μέρει τῆς Ἀραβίας περὶ Φυλακὴν Ἱππῶνος τοῦ Ἡρακλεοπολίτου νομοῦ Αὐρήλιος Πραοῦς υἱὸς Ἰωάννου μητρὸς Ἄννας ὁρμώμενος ἀπὸ κώμης Σε… τοῦ Ὀξυρυγχίτου νομοῦ χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐντεῦθεν τὴν πρὸς ἀλλήλους συμπεφωνημένην καὶ ἀρέσασάν μοι τιμὴν πλήρης χρυσοῦ νομισματίου τρίτον εἰς κεράτι…α ἓξ ἐπάνω τιμῆς οἴνου προσ… τοῦ αὑτοῦ πίθου ἐπὶ τῆς παρούσης τεσσαρεσκαιδεκάτης ἰνδικτίωνος οἴνου ῥύσεως καρπῶν τῆς σὺν θεῷ πεντεκαιδεκάτης ἐπινεμήσεως. ἀναδέχομαι δὲ καλλονὴν καὶ παραμονὴν καὶ τοῦ αὐτοῦ οἴνου μέχρι ὅλου τοῦ Τῦβι μηνός· καὶ εἰ εὑρεθείη ἐν αὐτῷ ὄξος ἤγουν φαῦλα, καί με ταῦτα ἀλλάξαι εὐθέως καὶ παρασχεῖν σοι τὰ ἴσα ἐν πρωτείῳ οἴνῳ. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἐγράφη μηνὶ Τῦβι κζ ἰνδικτίωνος ιδ. δι’ ἐμοῦ Ὀννωφρίου ἐτελειώθη. γραμμάτιον Πραοῦ υἱοῦ Ἰωάννου κ… χρυσοῦ νομισματίου τρίτου ἐπάνω οἴνου …ος τοῦ πίθου ἰνδικτίωνος ιδ πρὸς φαμ… ιϛ ιε ἰνδικτίωνος.