Ancient Greek
SB 28 16834
Documentary Papyri, SB 28 16834
Not analysed yet
…μῳ κωμογραμματεῖ Τεβτύνεως· παρὰ Ταπετσωύκιος τῆς Πετεσούχου Χιβιοῦτος μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ Ἀπολλωνίου γεωργοῦ τῶν ἀπό τῆς προκειμένης κώμης Τεβτύνεως· ὁ υἱός μου Ἁρυώτης Παλβώνθιος ἀφῆλιξ ἐτελεύτησεν ἐν τῶι Νέῳ Σεβαστῶι μηνὶ τοῦ ιδ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ· διὸ ἐπιδίδωμί σοι τὸ ὑπόμνημα ὅπως ἐξαυτῆς γράψῃς ταγῆναι τό τούτου ὄνομα ἐν τοῖς τετελευτηκώσι τάξει. …Εὐτύχει. ἔτους ιδ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Νέου Σεβαστοῦ ια. Ταπετσώυκις ὡς ἐτῶν μβ οὐλὴ δακτύλῳ πρώτῳ χειρός ἀριστερᾶς …