Ancient Greek
SB 28 16838
Documentary Papyri, SB 28 16838r
Not analysed yet
Πτολεμαιέων Ἀρσινοιτῶν τῇ κρατίστῃ βουλῇ διὰ Αὐρηλίων Δημητρίου γυμνασιαρχήσαντος καὶ Σαραπίωνος τοῦ καὶ Πτολεμαίου ἐξηγητεύσαντος καὶ τῶν σὺν αὐτοῖς νομαρχῶν αἱρεθέντων εἰς τὸ προστῆναι τῶν τῇ νομαρχίᾳ διαφερόντων. Αὐρήλιος Ὡρίων Ὡρίωνος τοῦ Πασίωνος ἀπὸ τῆς μητροπόλεως τοῦ Ἀρσινοίτου ἀπὸ ἀμφόδου Γυμνασίου ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου τοῦ κυρίου τύχην κατειλῆμφθαι ἐν συνορίᾳ Καινῆς τοῦ Ἡρακλεοπολίτου νομοῦ ὑπὸ Αὐρηλίου Φ… …ος καὶ τῶν σὺν αὐτῷ ἐπιτηρητῶν ἐξάγων ἀτελῆ ε… …σ…ι…λεω… α…α…ε… καὶ διὰ τὸ μὴ καταβεβληκέναι τὸ ὑπὲρ αὐτῶν ὀφειλόμενον ταῖς τάξεσι ὑποπίπτω· κατὰ δὲ τὸν γνώμονα καὶ τὴν προκειμένην τάξιν δίδωμι ὑπὲρ διαπείσματος ἀργυρίου δραχμὰς ἑκατὸν καὶ ἀπέλαβον τὸν ὄνον ε…ει… καὶ χάριτας ἐπὶ τούτου ὁμολογῶ. Αὐρήλιος Ὡρίων ὡς ἐτῶν λ οὐλὴ γαστροκνημίᾳ δεξιᾷ. ἒτους ιγ' Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Χοιάκ κθ.